Τετάρτη 15 Ιουλίου 2026

Η ΥΠΟΤΑΓΗ ΣΤΙΣ ΠΟΛΙΤΙΚΕΣ ΕΞΟΥΣΙΕΣ. Η ΑΓΑΠΗ ΕΙΝΑΙ ΤΟ ΠΛΗΡΩΜΑ ΤΟΥ ΝΟΜΟΥ..( ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ , 13 ΚΕΦΑΛΑΙΟ)

 

 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ͵
Αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν·  ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν͵
Οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται. 
Οι γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ.
Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει͵ καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·  θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν.
Εάν δὲ τὸ κακὸν ποιῇς͵ φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν͵ ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. 
Διὸ ἀνάγκη ὑποτάσσεσθαι͵ οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε͵λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 
Απόδοτε πᾶσιν τὰς ὀφειλάς͵ τῷ τὸν φόρον τὸν φόρον͵ τῷ τὸ τέλος τὸ τέλος͵ τῷ τὸν φόβον τὸν φόβον͵ τῷ τὴν τιμὴν τὴν τιμήν.
Μηδενὶ μηδὲν ὀφείλετε͵ εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. τὸ γὰρ Οὐ μοιχεύσεις͵ Οὐ φονεύσεις͵ Οὐ κλέψεις͵ Οὐκ ἐπιθυμήσεις͵ καὶ εἴ τις ἑτέρα ἐντολή͵ ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται͵ [ἐν τῷ] Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Η ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
Καὶ τοῦτο εἰδότες τὸν καιρόν͵ ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι͵ νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν͵ ἡ δὲ ἡμέρα ἤγγικεν.
Αποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους͵ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν͵ μὴ κώμοις καὶ μέθαις͵ μὴ κοίταις καὶ ἀσελγείαις͵ μὴ ἔριδι καὶ ζήλῳ· ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν͵ καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

Υ/Γ
Το ανωτέρω κείμενο το μετέφερα αυτούσιο και ως έχει από το πρωτότυπο κείμενο της Καινής Διαθήκης. 
Απέφυγα να κάμω οποιοδήποτε σχόλιο, για να μην υπάρξει καμμιά δυσνόηση, καμμιά παρεξήγηση, ή καμμιά υποκειμενική μου άποψη. Διότι αυτό το κείμενο από την αρχική του μορφή, χωρίς περαιτέρω ερμηνείες, τα λέει και τα επεξηγεί όλα και από μόνο του δίνει απαντήσεις για τις σχέσεις μεταξύ των Πολιτών και της Πολιτείας.
Κωνσταντίνος Στρατής
Ερασιτέχνης ψάλτης.




 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Ειρήνην αφίημι υμίν, ειρήνην την εμήν δίδωμι υμίν, ου καθώς ο κόσμος δίδωμι υμίν, μη ταρασσέσθω υμων η καρδία μηδέ δειλιάτω ( Ιωάννου 14, 27 )

  Ειρήνην αφίημι υμίν, ειρήνην την εμήν δίδωμι υμίν, ου καθώς ο κόσμος δίδωμι υμίν, μη ταρασσέσθω υμων η καρδία μηδέ δειλιάτω ( Ιωάννου 14, ...