Πέμπτη 31 Ιουλίου 2025

 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αυτού. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ὁ δὲ ἀποκριθεὶς εἶπεν αυτοίς, ῾Ο σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ακούειν ἀκουέτω.

(Ματθαίου ΙΓ΄ 36-43 )
Υ/Γ
Στους πιο πάνω στίχους ο Χριστός επεξηγεί με θαυμάσιο τρόπο τη παραβολή του των ζιζανίων του αγρού.
Ο Κύριος είναι σαφέστατος, όποιος είναι καλοπροαίρετος και έχει αυτιά, θα ακούσει, αφού πρώτα διαβάσει με προσοχή και κατανοήσει το πρωτότυπο κείμενο.
Κωνσταντίνος Στρατής
ερασιτέχνης ψάλτης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Ειρήνην αφίημι υμίν, ειρήνην την εμήν δίδωμι υμίν, ου καθώς ο κόσμος δίδωμι υμίν, μη ταρασσέσθω υμων η καρδία μηδέ δειλιάτω ( Ιωάννου 14, 27 )

  Ειρήνην αφίημι υμίν, ειρήνην την εμήν δίδωμι υμίν, ου καθώς ο κόσμος δίδωμι υμίν, μη ταρασσέσθω υμων η καρδία μηδέ δειλιάτω ( Ιωάννου 14, ...