Σάββατο 10 Ιανουαρίου 2026

Λόγος του Κυρίου Ιησού Χριστού.

 Mελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε·
Δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος.  Eγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
Καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 
Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 
Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 
Ο δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. 
Ματθαίου 24: 6-13

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ. ΙΩΑΝΝΟΥ 12 : 1-18

  Π ρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ο Ιησούς εἰς Βηθανίαν͵ ὅπου ἦν Λάζαρος͵ο τεθνηκώς ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. 12.2 ἐποίησαν οὖν αὐτῷ δεῖπν...